Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.129 Joseph. AJ 16.134 (English) >>Joseph. AJ 16.139

16.132ἐντεῦθεν Ἡρώδης ἐπὶ Ἰουδαίας ἐλθὼν καὶ γενόμενος ἐν τῷ ἱερῷ περὶ τῶν πεπραγμένων κατὰ τὴν ἀποδημίαν διελέγετο, τὴν Καίσαρος εἰς αὐτὸν φιλοφροσύνην καὶ τἆλλα διεξιὼν ὅσα κατὰ μέρος αὐτῷ πραχθέντα συμφέρειν ἡγεῖτο καὶ τοὺς ἄλλους εἰδέναι. 16.133τέλος ἐπὶ νουθεσίᾳ τῶν παίδων κατέστρεφε τὸν λόγον τοὺς περὶ τὴν αὐλὴν καὶ τὸ λοιπὸν πλῆθος εἰς ὁμόνοιαν παρακαλῶν καὶ τοὺς υἱοὺς μετʼ αὐτὸν ἀποδεικνύων βασιλέας γενέσθαι, πρῶτον μὲν Ἀντίπατρον, εἶτα καὶ τοὺς ἐκ Μαριάμμης Ἀλέξανδρον καὶ Ἀριστόβουλον. 16.134ἐν δὲ τῷ τότε πάντας ἀποβλέπειν εἰς αὐτὸν ἀξιῶν καὶ βασιλέα καὶ δεσπότην ἁπάντων δοκεῖν μήτε γήρᾳ παραποδιζόμενον, ἐν τοῦ χρόνου τὸ πρὸς ἀρχὴν ἐμπειρότατον ἔχειν, οὔτε τοῖς ἄλλοις ἐπιτηδεύμασιν ἐλαττούμενον, δύναται καὶ βασιλείας κρατεῖν καὶ παίδων ἄρχειν, τούς τε ἡγεμόνας καὶ τὸ στρατιωτικὸν εἰ πρὸς ἕνα βλέποιεν αὐτὸν ἀτάραχον ἔφη τὸν βίον ἕξειν καὶ πᾶσαν ἀφορμὴν εὐδαιμονίας ἐξ ἀλλήλων ἔσεσθαι. 16.135ταῦτʼ εἰπὼν ἀφίησιν τὴν ἐκκλησίαν, τοῖς πλείστοις μὲν ἀρεστὰ διειλεγμένος, ἐνίοις δʼ οὐχ ὁμοίως· ἤδη γὰρ ὑπὸ τῆς ἁμίλλης καὶ τῶν ἐλπίδων ἃς ἐδεδώκει τοῖς παισὶ νενεωτέριστο πολλὰ καὶ νεωτέρων ἐφιέμενοι 16.136

Περὶ δὲ τὸν χρόνον τοῦτον συντέλειαν ἔλαβεν Καισάρεια Σεβαστή, ἣν ᾠκοδόμει δεκάτῳ μὲν ἔτει πρὸς τέλος ἐλθούσης αὐτῷ τῆς ὅλης κατασκευῆς, ἐκπεσούσης δὲ τῆς προθεσμίας εἰς ὄγδοον καὶ εἰκοστὸν ἔτος τῆς ἀρχῆς ἐπʼ ὀλυμπιάδος δευτέρας καὶ ἐνενηκοστῆς πρὸς ταῖς ἑκατόν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.129 Joseph. AJ 16.134 (English) >>Joseph. AJ 16.139

Powered by PhiloLogic